Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.204 Joseph. AJ 3.209 (English) >>Joseph. AJ 3.213

3.207οἱ δʼ ἀλλήλοις ἁμιλλώμενοι καὶ ὑπερβάλλειν φιλοτιμούμενοι τὰς θυσίας, ἃς ἕκαστος ἐπιφέροι, τοῖς λεγομένοις ὑπήκουον. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ αἰφνίδιον ἐξ αὐτοῦ πῦρ ἀνήφθη αὐτόματον, καὶ ὅμοιον ἀστραπῆς λαμπηδόνι ὁρώμενον τῇ φλογὶ πάντα ἐδαπάνα τὰ ἐπὶ τοῦ βωμοῦ. 3.208

Συνέβη δὲ καὶ Ἀαρῶνι συμφορά τις ἐκ τούτου λογιζομένῳ ὡς ἐπʼ ἀνθρώπῳ καὶ πατρί, γενναίως δʼ ὑπʼ αὐτοῦ καρτερηθεῖσα, ὅτι καὶ τὴν ψυχὴν πρὸς τὰ συμπίπτοντα στερρὸς ἦν καὶ κατὰ βούλησιν τοῦ θεοῦ ἡγεῖτο τὸ πάθος γεγονέναι· 3.209τῶν γὰρ υἱῶν αὐτοῦ τεσσάρων ὄντων, ὡς προεῖπον, δύο οἱ πρεσβύτεροι Νάβαδος καὶ Ἀβιοῦς κομίσαντες ἐπὶ τὸν βωμὸν οὐχ ὧν προεῖπε Μωυσῆς θυμάτων, ἀλλʼ οἷς ἐχρῶντο πρότερον, κατεκαύθησαν τοῦ πυρὸς ἐπʼ αὐτοὺς τὴν ὁρμὴν βαλόντος καὶ τὰ στέρνα καὶ τὰ πρόσωπα φλέγειν αὐτῶν ἀρξαμένου καὶ σβέσαι μηδενὸς δυναμένου. 3.210καὶ οἱ μὲν οὕτως ἀπέθανον· Μωυσῆς δὲ κελεύει τὸν πατέρα αὐτῶν καὶ τοὺς ἀδελφοὺς βαστάξαντας τὰ σώματα καὶ κομίσαντας τῆς παρεμβολῆς ἔξω θάψαι μεγαλοπρεπῶς. πενθεῖ δὲ αὐτοὺς τὸ πλῆθος χαλεπῶς ἐπὶ τῷ θανάτῳ παρὰ δόξαν οὕτω γεγενημένῳ διατεθέν. 3.211μόνους δὲ Μωυσῆς τοὺς ἀδελφοὺς αὐτῶν καὶ τὸν πατέρα μὴ φροντίζειν τῆς ἐπʼ αὐτοῖς λύπης ἠξίωσε προκρίναντας τὴν εἰς τὸν θεὸν τιμὴν τοῦ περὶ αὐτοὺς σκυθρωποῦ· ἤδη γὰρ Ἀαρὼν καὶ τὴν στολὴν τὴν ἱερὰν ἠμφίεστο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.204 Joseph. AJ 3.209 (English) >>Joseph. AJ 3.213

Powered by PhiloLogic